ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟ ΘΕΙΟΝ ΚΑΙ ΠΡΟΣΚΥΝΟΥΜΕΝΟΝ ΠΑΝΑΓΙΟΝ ΚΑΙ ΠΑΡΑΚΛΗΤΟΝ ΠΝΕΥΜΑ .(ΟΣΙΟΥ ΜΑΞΙΜΟΥ ΤΟΥ ΓΡΑΙΚΟΥ)

 

 

14

ΥΜΝΟΛΟΓΙΚΗ ΕΚΛΟΓΗ

δή α’. χος δ’. Εἱρμός.

Θείῳ καλυφθείς* ὁ βραδύγλωσσος γνόφῳ,* ἐρρητόρευσε* τόν θεόγραφον νόμον·* ἰλύν γάρ  ἐκτινάξας ὄμματος  νόου,* ὁρᾷ  τόν  ὄντα  καί  μυεῖται Πνεύματος  γνῶσιν,* γεραίρων ἐνθέοις  τοῖς ᾄσμασιν.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.

μάννᾳ Ἰσραήλ* ἐν ἐρήμῳ τῷ πάλαι* θρέψας,  ὁ  Αὐτός*  τήν  ψυχήν μου πεινῶσαν,* πλήρωσον, Δέσποτα, Πνεύματος θείου,* ἵνα εὐαρέστως Σοί πάντοτε θεραπεύω,* πίστει  γνησίᾳ καί δόξῃ πάντοτε.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.

γώ μέν, Ἀγαθή,* γῆ καί σποδός  ἐνυπάρχων,* ἀΰλοις Σου σεπτοῖς*  Λειτουργοῖς, ὕμνον  ἄδω* Τρισάγιον, ὅν  δέχου  Τριάς  Ἁγία,* ἡ  μόνη  ἀθάνατος, ἐς  ἀεί  προσκυνουμένη* καί τῷ δούλῳ  Σου  ἐπίβλεψον.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.

Νενίκημαι  παθῶν* καί πνευμάτων ὀδύνης,* ἅτινα ψυχήν* τήν ἐμήν τυρρανοῦσι·* ἡ σωτηρία μου ὁ Θεός ὑπάρχεις μόνη,* Παράκλητε Ἀγαθέ, τῶν Σῶν δούλων ἡ δόξα,* εἰς Σέ, τῷ μόνῳ Θεῷ, ἐπαφίημι.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.

σκότισμαι  δεινῶν* λογισμῶν ἀνομίας,* ὅθεν καί οἰκτρόν* πτῶμα κεῖμαι  ἐν  δύνῃ·* διό καθικετεύω, Ἀγαθέ, ῥυσθῆναι  ἐν τάχει,* ἀσθενείας ἧς  κατέχει  νοός  μου  ἀσθενούσας φρένας,* ἵνα γαιρέρω Σε ἐνθέοις ἄσμασι.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

λάσθητι, Ἀγαθή,* Σοί βοῶ, ἰλάσθητί μοι,* τῷ παραλογισμοῦ*   καί  ἀπροσεξίας κειμένῳ*  εἰς  βάθος  ἀπύθμενον, Θεοτόκε Μαρία,*  καί  ἀπό  τῆς  τούτου  διώσεως  λύτρωσαι  Σόν ἱκέτην,*τῷ Σοί, Μῆτερ, προσπίπτοντι.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Κυρίῳ τῷ Υἱῷ* τῷ Σῷ, Ἁγνή, ἐλευθέραν* δεῖξον ἀκανθῶν*  τήν  ψυχήν  μου, ἡ  μόνη*  γῆ  ἀληθῶς  ἁγία  τε  εὐλογημένη·* εὔφορον γῆν  δέ  ἀνάδειξον Σῇ μεσιτείᾳ,* Ζωήν τῶν ἁπάντων ἡ γεννήσσασα.

————————————————————————————–

δή γ’. Ὁ Εἱρμός.

ῤῥηξε γαστρός ἠτεκνωμένης πέδας,* ὕβριν τε δυσκάθεκτον  εὐτεκνουμένης,* μόνη προσευχή τῆς Προφήτιδος πάλαι* Ἄννης, φερούσης πνεῦμα συντετριμμένον,* πρός τόν Δυνάστην  καί  Θεόν  τῶν  γνώσεων.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.

Τριάδος γνῶσις ἡμῖν ἐνυπάρχει,* ἀναγέννησις  τοῦ  κατ’ εἰκόνα*  καί  ὁμοίωσις πλάσματος  τοῦ κτισθέντος,* ὅ τῇ σαρκώσει  ὁ  Λόγος  ἔδειξεν κατοικίαν* χάριτος θείας*  τοῦ ζωοδόχου  Πνεύματος.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.

συχίᾳ ψυχῆς καί λογισμοῖς  εὐλαβείας,* καταστόλισον τόν νοῦν μου,* τοῖς Σοῖς ἐνθέοις  δωρήμασι, Παντελεήμων,* ἵνα ἐπαξίως ὑμνῶ Σε  καί  δοξάζω,* ἁγιοπρεπῶς* ὡς ἁρμόζει Σοι τῷ Παρακλήτῳ.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.

Γέμων τῶν τῆς σαρκός παθῶν τῶν βεβηλούντων* ψυχήν ἐμήν, διάλυσιν αἰτοῦμαι*  καί  ἐξαφάνισιν, πάντων ἅ μολύνουσί με,*  ἱκετεύω Σε  καί  ὑπερηφανείας ἄμοιρον  δεῖξον  με,*  Σέ τόν  Δεσπότην*  καί  Θεόν  τόν  κρίνοντα.

 

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.

ῦσαι  τοῖς  σεπτοῖς ἠνίοις Σου  καί  θείοις,* ὁρμήματα  ψυχῆς, χαλινῷ δέ Σοῦ φόβου,* Σύ μέ συγκράτησον, ἵνα μετ’ εὐλαβείας*  καί  διανοίας  καθαρᾶς ὕμνους  Σοί  προσάγω,* τῷ εὐεργέτῃ,* θεῖε Παράκλητε.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.

Αὐγασθῆναι  τῆς ψυχῆς τά ὄμματα αἰτοῦμαι,* ἅτινα  διέφθειρα Σοῦ μακρυνθέντος,* ἐν ἀνομίαις· πλήν Σύ φώτισόν με,* Ἥλιε ὁλόφωτε  δόξης  τῆς  θείας,* πίστει δεομένου Σοῦ,* θεῖε  Παράκλητε.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ψυχήν  ὄζουσαν, Δέσποινα Μῆτερ,* πάθεσι μιαροῖς νενεκρωμένην,* ὡς  τροφός  τῆς  Ζωῆς  τῆς  οὐρανίου φανεῖσα,* πρόφθασον, ἐλέησον Σῇ ἐπισκέψει,* ζωοποιοῦσα*  τῇ Σῇ πλουσίᾳ χάριτι.

 

δή θ’. Εἱρμός.

Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος·* ἅπαν γάρ εὐδίνητον εὔλαλον στόμα,* ῥητρεῦον, οὐ σθένει Σε μέλπειν ἀξίως·* ἰλιγγιᾷ δέ νοῦς ἅπας Σου τόν τόκον  νοεῖν·* ὅθεν Σε συμφώνως δοξάζομεν.

 

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.

Σῶτερ σῶσον με,* ἡ ἐλπίς τῆς ψυχῆς μου,* μή στερήσῃς με* τῆς χαρᾶς Σου τῆς θείας,* ὅτι φῶς ἡμῶν* πέλεις τε καί προστάτης,* εὐχαῖς ταῖς σεπταῖς* τῆς Πανάγνου Μητρός Σου,* ὅπως Σέ συμφώνως δοξάζομεν.

 

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον ἡμᾶς.

νυμνῶ σεπταῖς* οὐρανίαις Δυνάμεσι* ὁμοῦ ὁ δοῦλος Σου,* ὁ σποδός ἐνυπάρχων,* φόβῳ κείμενος* τῶν πάντων ὑποκάτω,* Σέ προσκυνῶν* καί ἐν ἀγάπῃ κραυγάζων,* Κύριε Θεέ,* Τριάς Ἁγία δόξα Σοι.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.

κετεύω Σε,* προσκυνῶν καί δοξάζων* κράτος Σου ἀπόρθητον,* δόξαν Σου θείαν·* σῶσον με* τῆς καταδίκης  Θεέ μου,* μυρίαις κολάσεσι ἄξιον ὄντα· Σεπτέ,* ὅπως Σέ συμφώνως δοξάζομεν.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.

γαθότητα* ἠθῶν καί  τοῦ Σοῦ νόμου* διδαχήν καί νόησιν* θείων Σου δογμάτων,* δίδαξον, Παράκλητε,* ὅπως θεαρέστως*  ὑμνῶ Σέ  τόν Θεόν,* τόν ἕνα τῆς Τριάδος·* Ἥν συμφώνως δοξάζομεν.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.

δεῖν ἀξίωσον* Σῶν δικαίων τήν δόξαν,* καί εὐαρεστησάντων Σοι* ἐν οὐρανοῖς ἑορτήν·* ὑμνεῖν Σε μετ’αὐτῶν* δώρησαι, θεῖε* Πανάγιε Παράκλητε,* δοῦλος ὁ Σός ἐκζητεῖ·* ὅπως Σε συμφώνως δοξάζομεν.

Ἁγία Τριάς, ὁ Θεός, σῶσον ἡμᾶς.

ράϊσον ψυχῆς* τῆς ἐμῆς τήν κακίαν,* φόβον ἀποδίωξον* ἀπό αὐτῆς  τοῦ κακοῦ,* ἀδυναμίαν δ’ἐξάλειψον* καί τῷ στεφάνῳ* τῶν ἀρετῶν, Παράκλητε,*  κατακόσμησον·* ὅπως Σέ συμφώνως δοξάζομεν.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νίκην δώρησαι,* θεραπεύουσα ἅμα,* τήν φθαρεῖσαν πάθεσι* καί παναθλίαν ψυχήν,* Παναμώτητε* Παρθένε, τοῦ Σοῦ δούλου,* εὐχαῖς ταῖς  ἁγίαις Σου,*βοῶντι Σοί τῇ Μητρί·* ὅπως Σέ συμφώνως δοξάζομεν.


Σημείωση.Η ΦΩΤΟ ΕΙΝΑΙ ΑΠΟ ΕΟΡΤΗ  ΠΕΝΤΗΚΟΣΤΗΣ ΣΕ ΜΙΣΟΓΚΡΕΜΙΣΜΕΝΗ ΕΚΚΛΗΣΙΑ ΡΩΣΙΚΗΣ ΣΚΗΤΗΣ ΣΤΑ ΝΗΣΙΑ ΣΟΛΟΦΚΥ, ΤΟΠΟ ΑΝΑΙΜΑΚΤΟΥ ΜΑΡΤΥΡΙΟΥ ΠΟΛΛΩΝ ΕΡΑΣΤΩΝ ΤΗΣ ΑΣΚΗΣΕΩΣ ΑΛΛΑ ΚΑΙ ΚΟΙΛΑΔΑ ΚΛΑΥΘΜΩΝΟΣ …

Advertisements

2 Σχόλια

    Trackbacks

    1. ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟ ΘΕΙΟΝ ΚΑΙ ΠΡΟΣΚΥΝΟΥΜΕΝΟΝ ΠΑΝΑΓΙΟΝ ΚΑΙ ΠΑΡΑΚΛΗΤΟΝ ΠΝΕΥΜΑ .(ΟΣΙΟΥ ΜΑΞΙΜΟΥ ΤΟΥ ΓΡΑΙΚΟΥ) | Το Μακεδονικο
    2. ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟ ΘΕΙΟΝ ΚΑΙ ΠΡΟΣΚΥΝΟΥΜΕΝΟΝ ΠΑΝΑΓΙΟΝ ΚΑΙ ΠΑΡΑΚΛΗΤΟΝ ΠΝΕΥΜΑ .(ΟΣΙΟΥ ΜΑΞΙΜΟΥ ΤΟΥ ΓΡΑΙΚΟΥ) - Orthodoxia

    Σχολιάστε

    Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

    Λογότυπο WordPress.com

    Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

    Φωτογραφία Twitter

    Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

    Φωτογραφία Facebook

    Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

    Φωτογραφία Google+

    Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

    Σύνδεση με %s

    Αρέσει σε %d bloggers: